Ἦχος δ’
Ἀνδρέου Ἱεροσολυμίτου
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε,
σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος,
Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη,
βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα.
Ποιμένες τὸν τεχθέντα δοξάζουσι.
Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν.
Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν·
Ἀκατάληπτε Κύριε, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου